Euporista vel De simplicibus medicinis

Dioscurides Pedianus

Dioscorides Pedianus. Pedanii Dioscuridis Anazarbei de materia medica libri quinque, Vol. 3. Wellmann, Max, editor. Berlin: Weidmann, 1914

(113)τὰς δὲ ἐν ταῖς μασχάλαις δυσωδίας καὶ τοὺς τράγους καταπάσσειν δεῖ λείοις τούτοις· ἀγαλόχῳ, βακχάριδος ῥίζῃ, ῥοδίσιν

ἀπὸ τοῦ βαλανείου λείαις. διαχρίειν δὲ σμύρνῃ μετὰ στυπτηρίας ἢ κροκομάγματι ὁμοίως, ἢ κυπαρίσσου πρίσμασι μετὰ στυπτηρίας καὶ οἴνου εὐώδους, γῇ Χίᾳ καείσῃ καὶ σβεσθείσῃ οἴνῳ· 〈ποιεῖ καὶ〉 σκολύμου ῥίζα ἑψηθεῖσα καὶ πινομένη.