Euporista vel De simplicibus medicinis

Dioscurides Pedianus

Dioscorides Pedianus. Pedanii Dioscuridis Anazarbei de materia medica libri quinque, Vol. 3. Wellmann, Max, editor. Berlin: Weidmann, 1914

(109)τετανοῖ δὲ χρῶτα καὶ πρόσωπον βρυωνίας ῥίζα λευκὴ ἢ μέλαινα ἐν ἐλαίῳ ἑψηθεῖσα καταχριομένου τοῦ ἐλαίου· ποιεῖ καὶ μετὰ σύκου πίονος καὶ ὀρόβου καταπλασσομένη, ὅσον στάδιον διελθεῖν· ψυχρῷ δὲ προσκλύζεσθαι μετὰ τὴν ἄρσιν αὐτῆς· κροκοδίλου χερσαίου ἄφοδος μεθ’ ὕδατος, γῆ Χία ὁμοίως, γῆ Σελινουσία ὁμοίως· κακκαλίας οἱ κόκκοι μετὰ κηρωτῆς λεῖοι καταχριόμενοι, κρίνου ῥίζα ἐν σμήγματι, κυκλάμινος ὁμοίως σὺν μαστίχῃ.