Euporista vel De simplicibus medicinis

Dioscurides Pedianus

Dioscorides Pedianus. Pedanii Dioscuridis Anazarbei de materia medica libri quinque, Vol. 3. Wellmann, Max, editor. Berlin: Weidmann, 1914

(107) τὰς δὲ τῆς κεφαλῆς καὶ ὅλου τοῦ σώματος γινομένας φθειριάσεις τούτοις θεραπευτέον συγχρίοντας· σταφίδι ἀγρίᾳ ἢ σανδαράκῃ σὺν ἐλαίῳ, ἢ κισσοῦ χυλῷ σὺν μέλιτι Σινωπίδι σὺν ὄξει, κεδρίᾳ καθ’ ἑαυτήν, ὀρρῷ πίσσης μετὰ στυπτηρίας, δαφνίδων πιέσματι, ἐλαίῳ ῥαφανίνῳ ἢ νίτρῳ ἢ ἀφρονίτρῳ μετὰ Σαμίας γῆς καὶ ἐλαίου, ἑλξίνης χυλῷ δι’ ὅλης τῆς νυκτὸς καταχριομένῳ, μυρίκης ἀφεψήματι ἢ θαλάσσῃ θερμῇ λούοντας. ὠφελοῦνται δὲ πίνοντες κόριον λεῖον σὺν ὀριγάνῳ καὶ οἴνῳ.