De materia medica

Dioscurides Pedianus

Dioscurides Pedianus. De materia medica, Volumes 1-3. Wellmann, Max, editor. Berlin: Weidmann, 1907-1914.

ἄριστον δʼ 3 αὐτοῦ τὸ κυάνεον καὶ βαρύ, πυκνόν τε καὶ καθαρὸν καὶ διαυγές, οἷόν ἐστι τὸ σταλακτόν, ὐπʼ ἄλλων δέ τινων λογχωτὸν καλούμενον· ἐχόμενον δὲ τὸ πηκτόν, τὸ δὲ ἑφθὸν πρὸς μὲν βαφὰς καὶ μελάσματα εὐδοκιμεῖ, πρὸς δὲ ἰατρικὴν χρῆσιν ἀσθενέστατον ἡ πεῖρα δεικνύει.

δύναται δὲ στύφειν, θερμαίνειν, ἐσχαροῦν, ἕλμεις πλατείας 4 ἀναιρεῖν δραχμῆς μιᾶς βάρος καταπινόμενον ἡ μετὰ μέλιτος ἐκλειχόμενον, ἐμέτους τε κινεῖ, καὶ μύκητας λαβοῦσι βοηθεῖ ποθὲν ἐν ὕδατι, κεφαλήν τε καθαίρει ἀνεθὲν ὕδατι καὶ διʼ ἐρίου ῥινεγχυτούμενον. καίεται δὲ ὡς ὑποδείξομεν αὐτίκα ἐπὶ τῆς χαλκίτεως.