De materia medica

Dioscurides Pedianus

Dioscurides Pedianus. De materia medica, Volumes 1-3. Wellmann, Max, editor. Berlin: Weidmann, 1907-1914.

95 καὶ ὑδράργυρος δὲ σκευάζεται ἀπὸ τοῦ μινίου λεγομένου, καταχρηστικῶς δὲ καὶ τούτου κινναβάρεως λεγομένου· θέντες γὰρ ἐπὶ λοπάδος κεραμεᾶς κόγχον σιδηροῦν ἔχοντα κιννάβαρι, περικαθάπτουσιν ἄμβικα περιαλείψαντες πηλῷ, εἶθ᾿ ὑποκαίουσιν ἄνθραξιν· ἡ γὰρ προσίζουσα τῷ ἄμβικι αἰθάλη ἀποψηχθεῖσα ὑδράργυρος γίνεται.

2 εὑρίσκεται δὲ καὶ ἐν τῷ μεταλλεύεσθαι τὸν ἄργυρον πρὸς ταῖς στέγαις κατὰ σταλαγμοὺς συνεστῶσα. ἔνιοι δὲ ἱστοροῦσι καὶ καθʼ ἑαυτὴν ἐν τοῖς μετάλλοις εὑρίσκεσθαι τὴν ὑδράργυρον. φυλάττεται δὲ ἐν ὑελοῖς ἢ μολυβοῖς ἢ κασσιτερίνοις ἢ ἀργυροῖς ἀγγείοις· τὴν γάρ ἄλλην πᾶσαν ὕλην διεσθίει καὶ ἀπορρεῖ.