De materia medica

Dioscurides Pedianus

Dioscurides Pedianus. De materia medica, Volumes 1-3. Wellmann, Max, editor. Berlin: Weidmann, 1907-1914.

2 δύναμιν δὲ ἔχει παρεμπλαστικήν, στυπτικήν, ψυκτικήν, σταλτικὴν τῶν ὑπερσαρκούντων, ἀπουλωτικὴν ἑλκῶν καὶ καθαρτικὴν ῥυπαριῶν καὶ τῶν ἐν ὀφθαλμοῖς ἑλκῶν. ἐπέχει δὲ καὶ τὰς ἐκ μήνιγγος αἱμορραγίας, καὶ καθόλου δὲ ἐμφερής ἐστιν ἡ δύναμις αὐτοῦ τῷ κεκαυμένῳ μολύβδῳ. ἰδίως δὲ κατακαύματα οὐκ ἐᾷ ἐσχαροῦσθαι σὺν στέατι νεαρῷ καταχρισθὲν καὶ ἀπουλοῖ τὰ ἐσχαρωθέντα κηροῦ καὶ ὀλίγου ψιμυθίου μιγέντων.

3 ὀπτᾶται δὲ στέατι περιπλασθὲν καὶ ἐγκρυβὲν εἰς ἄνθρακας, ἄχρι ἂν ἀνθρακωθῇ τὸ στέαρ ἐξαιρεθὲν δὲ σβέννυται γάλακτι ἀρρενοτόκου γυναικὸς ἢ οἴνῳ παλαιῷ. καίεται δὲ ἐπʼ ἀνθράκων ἐπιτεθὲν καὶ ἐμφυσηθὲν ἄχρι πυρώσεως· ἐὰν γὰρ ἐπὶ πλεῖον καῇ, μολυβδοῦται. πλύνεται δὲ ὡς ἡ καδμεία καὶ ὁ χαλκὸς κεκαυμένος· ἔνιοι δὲ ὁμοίως τῇ τοῦ μολύβδου πλύνουσι σκωρίᾳ.