De materia medica

Dioscurides Pedianus

Dioscurides Pedianus. De materia medica, Volumes 1-3. Wellmann, Max, editor. Berlin: Weidmann, 1907-1914.

3 δύναται δὲ στύφειν, ψύχειν, παρεμπλάττειν, μαλάττειν πληροῦν τὰ κοιλώματα, στέλλειν τὰ ἐν τοῖς ὀφθαλμοῖς ῥεύματα καὶ τὰ ὑπερσαρκοῦντα τῶν ἑλκῶν. ἔστι δὲ καὶ ἴσχαιμος, καὶ ποιεῖ πρὸς τὰ ἐν δακτυλίῳ ἕλκη, κονδυλώματα, αἱμορροίδας μετὰ ῥοδίνου καὶ τὰ δυσκατούλωτα, καὶ καθόλου ποιεῖ, ὅσα καὶ ἡ σποδὸς δίχα τοῦ ἐσχαροῦν. ὁ δὲ ἀκέραιος μόλυβδος παρατριβόμενος βοηθεῖ σκορπίου θαλασσίου καὶ δράκοντος πληγῇ.

4 καίεται δὲ ὁ μόλυβδος οὕτως· λαβὼν μολύβδου ἐλάσματα ὡς ὅτι λεπτότατα ἐπίθες ἐπὶ καινὴν λοπάδα, καὶ ἐπιπάσας θεῖον πάλιν ἕτερα ἐπίθες πέταλα καὶ θεῖον ἐπίπασσε καὶ πάλιν ἕτερα, καὶ τὸ αὐτὸ ποίει, ἄχρι οὗ πληρώσῃς τὴν λοπάδα, εἶτα ὑπόκαιε· ἀναφθέντος δὲ τοῦ μολύβδου κίνει σιδήρῳ, ἄχρι ἂν ἀποτεφρωθῇ τελέως καὶ μηδὲν ἐντρέχῃ μολυβδῶδες, καὶ ἀναιροῦ, σκεπάσας τοὺς ῥώθωνας· βλαβερά γὰρ ἡ ἀποφορά.