De materia medica

Dioscurides Pedianus

Dioscurides Pedianus. De materia medica, Volumes 1-3. Wellmann, Max, editor. Berlin: Weidmann, 1907-1914.

ποιεῖται δὲ οὕτως· 3 ἐν οἴκῳ διστέγῳ κατασκευάζεται κάμινος, καὶ κατʼ αὐτὴν πρὸς τὸ ὑπερῷον ἐκτομὴ σύμμετρός τε καὶ ἐκ τῶν ἄνωθεν μερῶν ἀνεῳγμένη, ὁ δὲ τοῖχος τοῦ οἰκήματος, ᾧ πλησιάζει ἡ κάμινος, τιτρᾶται λεπτῷ τρήματι ἄχρι αὐτῆς τῆς χώνης εἰς παραδοχὴν φυσήματος· ἔχει δὲ καὶ θύραν σύμμετρον πρὸς εἴσοδον καὶ ἔξοδον κατεσκευασμένην ὑπὸ τοῦ τεχνίτου.

συνῆπται δὲ τούτῳ 4 τῷ οἰκήματι ὁ ἕτερος οἶκος, ἐν ᾧ αἵ τε φῦσαι καὶ ὁ φυσητὴς ἐργάζεται. λοιπὸν ἄνθρακες ἐντίθενται τῇ καμίνῳ καὶ πυροῦνται, ἔπειτα παρεστὼς ὁ τεχνίτης ἐμπάσσει λελεπτοκοπημένην τὴν καδμείαν ἐκ τῶν ὑπὲρ τὴν κεφαλὴν τῆς κώνης τόπων, ὑπὸ χεῖρά τε τὸ αὐτὸ ποιεῖ, ἅμα καὶ ἀνθρακιὰν προσεμβάλλει, ἄχρι ἂν ὃ προστέθειται πλῆθος ἀναλωθῇ.

ἐκθυμιωμένης δὲ 5 αὐτῆς τὸ μὲν λεπτομερὲς καὶ κοῦφον εἰς τὸν ἄνω φέρεται οἶκον καὶ προσίζει τοῖς τοίχοις αὐτοῦ καὶ τῇ ὀροφῇ, ὃ δὴ σωματοποιούμενον ὑπὸ τῶν ἐπιφερομένων κατ᾿ ἀρχὰς μὲν ταῖς ἐπανισταμέναις ἐκ τῶν ὑδάτων πομφόλυξιν ἐοικὸς γίνεται, ὕστερον δὲ πλείονος τῆς παραυξήσεως συμβαινούσης ἐρίων τολύπαις ἀφομοιοῦται.