De materia medica

Dioscurides Pedianus

Dioscurides Pedianus. De materia medica, Volumes 1-3. Wellmann, Max, editor. Berlin: Weidmann, 1907-1914.

μεταλλουργεῖται δὲ ἐκ τοῦ ὑπερκειμένου Σολέων ὄρους, 4 τοῦ λεγομένου λίθου πυρίτου καιομένου· ἐν δὲ τῳ αὐτῷ ὄρει εὑρίσκεται οἱονεὶ διαζώματά τινα χαλκίτεως, μίσυος, σώρεως, μελαντηρίας, κυάνου, χρυσοκόλλης, χαλκάνθου, διφρυγοῦς. τινὲς δὲ καὶ ἐν μετάλλοις λιθίνοις φασὶν εὑρίσκεσθαι καδμείαν, πλανώμενοι ὑπὸ λίθων πολλὴν ἐμφέρειαν ἐχόντων, ὡσπερεὶ καὶ ὁ ἐν τῇ Κύμῃ λίθος εὑρισκόμενος, δύναμιν δὲ οὐδεμίαν ἐνδεικνύμενος, ἐπιγινωσκομένων αὐτῶν ἐκ τοῦ κουφοτέρους αὐτοὺς εἶναι τῆς καδμείας καὶ διαμασηθέντας μὴ ἐπιεικεῖς εἶναι τῇ

γεύσει· ἀγανακτεῖν δὲ τοὺς ὀδόντας, εἰ λίθος εἴη, ἐν τῇ μασήσει, 5 εἰ δὲ καδμεία εἴη, ἀνέχεσθαι τῆς διαβρώσεως, συνεικούσης αὐτῆς. ἔτι διακρίνεται καὶ τῳ τὴν μὲν καδμείαν λειοτριβηθεῖσαν σὺν ὄξει καὶ ξηρανθεῖσαν ἐν ἡλίῳ ἐπιζεῖν, τὸν δὲ λίθον μὴ πάσχειν τοῦτο· καὶ ἐκ τοῦ ἐπιτεθέντα μὲν τὸν λίθον τετριμμένον πυρὶ ἀποπηδᾶν καὶ τὸν ἐξ αὐτοῦ καπνὸν ὁμοειδῆ τῷ πυρὶ ὑπάρχειν, τὴν δὲ καδμείαν μένειν τε καὶ ἀναδιδόναι αἰθάλην μηλίζουσαν καὶ χαλκοφανῆ ὡσπερεὶ ζώνην τινὰ ποικίλην.

ἔτι ὁ μὲν λίθος πυρωθεὶς καὶ ψυγεὶς ἀλλοιωθήσεται τῷ 6 χρώματι καὶ κουφότερος ἔσται, ἡ δὲ καδμεία κατ᾿ οὐδὲν μεταβάλλει, εἰ μή τις αὐτὴν ἐφ᾿ ἱκανὰς ἐγκαύσῃ ὥρας. γεννᾶται δὲ [*](6 EXC. Orib. XIII s. v. (τινὲς — ἐχόντων).) [*](20 EXC. Orib. XIII s. v. (ἔτι — ἀποτίθεται).) [*](1 ἅπερ] ὥσπερ H2A ἀεὶ] δὴ DiH2 ἐφιζάνοντα Di 2 ἅπαντα Di 3 προειρημένου (superscr. ὑπερκει) Di σολέων OE: σώλεον Di post σολέων add. ἢ ἰουδαίων ὄρους E (post ὄρους c. 14 litt. del. E2) 4 πυρίτου λίθου EDi 5 σώρεος E 6 κυανοῦ Di 7 φασὶ λιθίνοις QDi λιθικοῖς Orib. 8 ἐμφέρειαν πολλὴν E ὥσπερ EDi 10 ἐπιγινωσκομένων δὲ E (δὲ del. E2) κουφοτέρους τε E 11 ἐπιείκειν τῇ P: ἐπιεικεῖς τῇ Q: ἐνίζειν ἢ ἐμποδίζειν ἐν τῇ γεύσει E (del. et mg. add. μὴ ἐπιεικεῖς εἶναι τῇ γεύσει E2): ξενίζειν ἐν τῇ γεύσει Di 12 ἀγανακτεῖ Di διαμασήσει Di: μασήσει reliqui 13 εἴη καδμεία E ἀνέχεσθαι ἢ ἁλίσκεσθαι E (corr. E2) συνηκούσης P: συνοικούσης QDi: συνκι(in ras.)νούσης αὐτήν (ν in ras.) E2: corr. Sar. 15 ἐπιίζειν PLFA: ἐκπιέζειν HDi: ἐκπιέζειν ἢ /////// (c. 9 litt. del. E2) E (corr. in ἐπιίζειν E2): ἐμπήγνυσθαι Spr.: correxi 16 τοῦ] τούτου E, corr. E2 ἐπιτιθέντα Q: ἐπιθέντα Di 17 ὁμοιοειδῆ A 18 ὑπάρχειν τῷ πυρὶ QDi 19 αἰθάλην τε E 20 ἔτι ὁ] ἄλλος Orib. μετὰ τὴν πύρωσιν ψυγεὶς Orib.E: μετὰ τὴν πύρωσιν superscr. A2 22 ἐφ᾿ ἱκανὰς ἡμέρας QDi ἐγκαύσῃ POrib.: ἐκκαύσει E: ἐγκαύσει QDi)

40
καὶ ἐκ τῶν ἀργυρείων λευκοτέρα καὶ κουφοτέρα οὖσα καὶ κατὰ δύναμιν ἥττων.

καυστέον δὲ τὴν προειρημένην καδμείαν ἐγκρύβοντας εἰς ἄνθρακας, ἕως οὗ διαφανὴς γένηται καὶ πομφολυγίσῃ ὡς σιδήρου σκωρία, εἶτα ἐν οἴνῳ σβεννύντας Ἀμινναίῳ, τὴν δὲ εἰς τὰ ψωρικὰ ὄξει.