De materia medica

Dioscurides Pedianus

Dioscurides Pedianus. De materia medica, Volumes 1-3. Wellmann, Max, editor. Berlin: Weidmann, 1907-1914.

14 ὀμφακίτης. ὁ δὲ καλούμενος ὀμφακίτης σκευάζεται ἰδίως ἐν Λέσβῳ, θειλοπεδευομένης μήπω κατὰ πάντα πεπείρου τῆς σταφυλῆς οὔσης, ἔτι δὲ ὀξιζούσης, ἐπὶ ἡμέρας γ΄ ἢ δ΄, ἕως ἂν ῥυσωθῶσιν οἱ βότρυες, καὶ μετὰ τὸ ἐκθλιβῆναι ἡλιάζεται ἐν κεραμεοῖς ὁ οἷνος.

στυπτικὴν δἐ ἔχει τὴν δύναμιν καὶ εὐστόμαχον, ἁρμόζουσαν τοῖς δυσπεπτοῦσι καὶ ἐκλελυμένοις τὸν στόμαχον καὶ κισσώδεσι καὶ εἰλεώδεσι· δοκεῖ δὲ καὶ λοιμικαῖς διαθέσεσι βοηθεῖν καταρροφούμενος.

15 χρῄζουσι δὲ οἱ τοιοῦτοι οἶινοι ἐτῶν πλειόνων· ἄλλως γὰρ οὔκ εἰσι πότιμοι.

δευτερίας. ὁ δὲ καλούμενος δευτερίας, ὅν ἔνιοι πότιμον καλοῦσι, σκευάζεται τὸν τρόπον τοῦτον· εἰς τὰ στέμφυλα, ὧν ἐξέθλιψας οἴνου μετρητὰς τριάκοντα, βάλε ὕδατος μετρητὰς γ΄ καὶ μείξας καὶ πατήσας ἔκθλιψον καὶ ἀφέψησον εἰς τὸ τρίτον. χοεῖ δὲ ἑκάστῳ τῶν ὑπολειφθέντων μετρητῶν μεῖξον ἁλὸς ξέστας β΄ καὶ μετὰ τὸν χειμῶνα διάχει εἰς κεράμια. χρῶ δὲ αὐτῷ μετʼ ἐνιαυτόν· ταχέως γὰρ ἐξίτηλος γίνεται.