De materia medica

Dioscurides Pedianus

Dioscurides Pedianus. De materia medica, Volumes 1-3. Wellmann, Max, editor. Berlin: Weidmann, 1907-1914.

3 οἱ δὲ εἰς κ΄ ξέστας τοῦ γλεύκους λίτραν μίαν ἀψινθίου ἐμβάλλουσι καὶ πιτυίνης ῥητίνης ξηρᾶς οὐγγίας β΄· μετὰ δὲ ἡμέρας δέκα διυλίσαντες ἀποτίθενται.

ἐστι δὲ εὐστόμαχος, οὐρητικός, ἡπατικοῖς νεφριτικοῖς ἰκτερικοῖς χρήσιμος, καὶ βραδυπεπτοῦσιν ἀνορέκτοις κακουμένοις στόμαχον, καὶ πρὸς ὑποχονδρίων τάσιν χρόνιον καὶ ἐμπνευματώσεις, ἕλμινθας στρογγύλας, ἔμμηνα ἐπεχόμενα, πρός τε ἰξίας πόσιν πλεῖστος ποθεὶς καὶ ἐξεμούμενος ἁρμόζει.

40 ὑσσωπίτης δὲ ὁ ἐκ τοῦ Κιλικίου ὑσσώπου κάλλιστός ἐστι, σκευάζεται δὲ ὁμοίως τῷ ἀψινθίτῃ· δεῖ δὲ τῷ κεραμίῳ τοῦ γλεύκους λίτραν μίαν τοῦ ὑσσώπου κεκομμένων τῶν φύλλων προσδιδόναι, ἐνειλοῦντας εἰς ὀθόνιον ἀραιόν· συγκαθίενται δὲ λιθάρια, ἵνα τῷ πυθμένι προσκαθίσῃ ὁ ἔνδεσμος. μετάγγιζε δὲ μεθʼ ἡμέρας μ΄ διυλίζων.