De materia medica

Dioscurides Pedianus

Dioscurides Pedianus. De materia medica, Volumes 1-3. Wellmann, Max, editor. Berlin: Weidmann, 1907-1914.

ἔστι δὲ θερμαντικός, πεπτικός. σμηκτικός, ἀνακαθαρτικός, 2 εὔθετος τοῖς περὶ θώρακα, κοιλίαν, ἧπαρ, σπλῆνα, ὑστέρας πόνοις δίχα πυρετοῦ καὶ χρονίοις ῥεύμασι καὶ ἑλκώσεσι τῶν ἐν βάθει· ποιεῖ καὶ πρὸς βῆχας, βραδυπεψίας, πνευματώσεις, ἄσθματα, καὶ πρὸς στρέμματα δὲ μᾶλλον τοῦ ὄξους μετʼ οἰσυπηρῶν ἐρίων.

39 ἀψινθίτης δὲ ποικίλως σκευάζεται· οἱ μὲν γὰρ τοῖς μη΄ ξέσταις τῷ Ἰταλικῷ κεραμίῳ γλεύκους μείξαντες ἀψινθίου Ποντικοῦ λίτραν μίαν ἕψουσι, μέχρι τὸ τρίτον ἀπολειφθῇ· ἔπειτα προσεπιχέαντες γλεύκους ξέστας ἐνενήκοντα καὶ ἀψινθίου ἡμίλιτρον καὶ ἐπιμελῶς μείξαντες καταγγίζουσι, κατασταθέντα δὲ διυλίσαντες ἀποτιθέασιν. οἱ δὲ μνᾶν ἀψινθίου τῷ μετρητῇ τοῦ γλεύκους ἐμβρέχουσιν ἐπὶ μῆνας τρεῖς· οἱ δὲ μνᾶν ἀψινθίου εἰς τὸ κεράμιον καθιᾶσι, κόψαντες καὶ ἐνδήσαντες εἰς ὀθόνιον ἀραιὸν ἐπὶ μῆνας δύο.