De materia medica

Dioscurides Pedianus

Dioscurides Pedianus. De materia medica, Volumes 1-3. Wellmann, Max, editor. Berlin: Weidmann, 1907-1914.

127 σχιστὸς δὲ λίθος γεννᾶται μὲν ἐν τῇ καθ᾿ ἐσπέραν Ἰβηρίᾳ, ἄριστος δὲ εἶναι δοκεῖ ὁ παρακροκίζων τῇ χρόᾳ, εὐθρυβής τε καὶ εὔσχιστος ὡς ἐν ἑαυτῷ· ἔοικε δὲ τῆς συνθέσεως ἕνεκεν καὶ ἀλληλουχίας τῶν κτηδόνων αὐτοῦ ἀμμωνιακῷ ἁλί.

δύναμιν δὲ τὴν αὐτὴν τῷ αἱματίτῃ εἰσφέρεται, τῇ εὐτονίᾳ 2 μόνον λειπόμενος αὐτοῦ. πληροῖ δὲ καὶ κοιλώματα γυναικείῳ διεθεὶς γάλακτι, καὶ πρὸς ῥήξεις καὶ προπτώσεις, ἔτι δὲ τραχύτητας βλεφάρων καὶ σταφυλώματα λίαν ἐνεργεῖ.