De materia medica

Dioscurides Pedianus

Dioscurides Pedianus. De materia medica, Volumes 1-3. Wellmann, Max, editor. Berlin: Weidmann, 1907-1914.

2 πίνεται δὲ σὺν οἴνῳ πρὸς δυσουρίας καὶ ῥοικάς, καὶ πρὸς αἵματος πτύσιν σὺν χυλῷ ῥόας· γίνεται δὲ καὶ κολλούρια καὶ ἀκόνια ἐξ αὐτοῦ πρὸς τὰ ἐν ὀφθαλμοῖς πάθη ἐπιτήδεια.

καίεται δὲ ἐμφερῶς τῷ Φρυγίῳ λίθῳ τοῦ οἴνου περιῃρημένου· μέτρον δὲ ἔστω τῆς καύσεως τὸ γενέσθαι αὐτὸν μέσως κοῦφον καὶ πεπομφολυγωμένον.

3 δολοῦσι δέ τινες τὸν προειρημένον οὕτω· λαβόντες βῶλον σχιστοῦ λίθου πυκνόν τε καὶ στρογγύλον — τοιαῦται δέ εἰσιν αὐτοῦ αἱ λεγόμεναι ῥίζαι — είς κεραμεᾶν γάστραν σποδιὰν ἔχουσαν θερμὴν ἐγκρύπτουσιν, εἶτα διαλιπόντες μικρὸν ἀναιροῦνται καὶ ἐπ᾿ ἀκόνης τρίβουσι δοκιμάζοντες, εἰ τὴν αἱματίτου χρόαν ἀπείληφε.