De materia medica

Dioscurides Pedianus

Dioscurides Pedianus. De materia medica, Volumes 1-3. Wellmann, Max, editor. Berlin: Weidmann, 1907-1914.

3 σὺν ὕδατι δὲ ἢ οἴνῳ ἐγχεόμενον ἐμπνευματώσεις τε καὶ ἢχους ὤτων ἰᾶται καὶ πυορροίας· καθαίρει δὲ καὶ ῥύπον σὺν ὄξει ἐγχεόμενον, κυνοδήκτους τε ἰᾶται σὺν στέατι ὀνείῳ ἢ ὑείῳ· ἀναστομοῖ δὲ καὶ δοθιῆνας ἀναλημφθὲν τερμινθίνῃ ῥητίνῃ. μετὰ σύκων δὲ ὑδρωπικῶν ἐστι κατάπλασμα, σὺν μέλιτι δὲ ἐγχριόμενον ὀξυδερκές, καὶ πρὸς μύκητας σὺν ὀξυκράτῳ ποθὲν ἁρμόζει, πρὸς δὲ βουπρήστεις σὺν ὕδατι, πρὸς

4 ταύρειον δὲ αἷμα σὺν σιλφίῳ· ἀτροφοῦσί τε χρήσιμον κατάπλασμα, παρακμάζουσί τε ὀπισθοτονικοῖς πάθεσι σὺν κηρωτῇ καὶ στρέμμασι· μείγνυται καὶ ἄρτῳ ὠφελίμως ἐπὶ τῶν τὴν γλῶτταν παραλελυμένων.

ἔν ιοι δὲ καίουσι τά προειρημένα ἐπ ἄνθρακας πεπυρωμένους ἀπερεισόμενοι, προυποκειμένου καινοῦ ὀστράκου, ἕως ἂν ἐκπυρωθῇ.