De materia medica

Dioscurides Pedianus

Dioscurides Pedianus. De materia medica, Volumes 1-3. Wellmann, Max, editor. Berlin: Weidmann, 1907-1914.

σὺν 5 σταφίδι δὲ ἢ στέατι βοείῳ ἢ μέλιτι δοθιῆνας διαφοροῦσι καὶ ὄρχεων οἰδήματα, σὺν ὀριγάνῳ δὲ καὶ ζύμη θᾶττον δοθιῆνας πεπαίνουσι, καὶ κροκοδειλοδήκτοις δὲ βοηθοῦσιν ἐνδεθέντες εἰς ὀθόνιον λεῖοι καὶ βαφέντες ἐν ὄξει στυφομένων τῶν μερῶν τοῖς ἐνδέσμοις, θηριοδήκτοις τε βοηθοῦσι, καὶ πρὸς ὑπώπια προσώπου σὺν μέλιτι, καὶ πρὸς ὀποῦ μήκωνος πόσιν καὶ πρὸς μύκητας ἐν ὀξυμέλιτι πινόμενοι.

πρὸς στρέμματα δὲ σὺν ἀλεύρῳ 6 καὶ μέλιτι, πρὸς δὲ πυρίκαυτα σὺν ἐλαίῳ ἐπιτεθέντες οὐκ ἐῶσι φλυκταινοῦσθαι, ποδαγρικοῖς τε ὁμοίως ἐπιτίθενται, πρὸς ὠταλγίας τε σὺν ὄξει, ἐρυσιπέλατά τε καὶ ἕρπητας ἴσχουσι μετ᾿ ὄξους καταπλασθέντες ἢ καταχρισθέντες σὺν ὑσσώπῳ.

καυστέον δὲ αὐτοὺς εἰς ὀστράκινον ἀγγεῖον ἐμβαλόντας καὶ ἐπιμελῶς πωμάσαντας, ἵνα μὴ ἐξάλλωνται, ἀνθρακιᾷ τε ἐγκρύψαντας ἄχρις ἐκπυρώσεως.