De materia medica

Dioscurides Pedianus

Dioscurides Pedianus. De materia medica, Volumes 1-3. Wellmann, Max, editor. Berlin: Weidmann, 1907-1914.

2 τὸ δὲ λαμπυρίζον ἐν τῷ θραυσθῆναι ἐμφερῶς τί μίσυι ἑτερογενές τε καὶ ἀσθενὲς οἰητέον εἶναι. δύναμιν δὲ ἔχει καὶ καῦσιν τὴν αὐτὴν τοῖς προειρημένοις. ἰᾶται δὲ καὶ ὀδονταλγίας ἐντιθέμενον εἰς τὰ βρώματα καὶ τοὺς ὑποσάλους δὲ ὀδόντας κρατύνει, καὶ ἰσχιαδικοῖς βοηθεῖ μετʼ οἴνου ἐγκλυζόμενον, ἰόνθους τε σβέννυσι μεθʼ ὕδατος καταχρισθέν· μείγνυται καὶ εἰς τριχῶν μελάσματα.

3 κοινῷ δὲ τρόπῳ ἐπί τε τούτων σχεδὸν καὶ τῶν ἄλλων πάντων δυναμικώτερα τὰ ἀκατάκαυτα τῶν κεκαυμένων ἡγητέον, πλὴν ἀλῶν καὶ τρυγὸς καὶ νίτρου καὶ τιτάνου καὶ τῶν ὁμοίων, ὅσα ὠμὰ ὄντα ἀνίεται τὴν δύναμιν· ταῦτα γὰρ ἐμπρακτότερα γίνεται καιόμενα.