De materia medica

Dioscurides Pedianus

Dioscurides Pedianus. De materia medica, Volumes 1-3. Wellmann, Max, editor. Berlin: Weidmann, 1907-1914.

5 ἡ δὲ ῥίζα λεία σὺν ὄξει ἐρυσιπέλατα ἰᾶται, πρὸς δὲ ἑρπετῶν πληγὰς σὺν μέλιτι ἢ ἐλαίῳ ποιεῖ, σὺν ὕδατι δὲ χοιράδας καὶ φύματα διαχεῖ καὶ ἄρθρων πόνους παύει μετʼ ἀλφίτων. σκευάζεται δὲ καὶ δίχα ἑψήσεως οἶνος ἐκ τοῦ φλοιοῦ τῆς ῥίζης· δεῖ δὲ ἐμβάλλειν μνᾶς τρεῖς εἰς μετρητὴν οἴνου γλυκέος διδόναι τε ἐξ αὐτοῦ κυάθους τρεῖς τοῖς μέλλουσι τέμνεσθαι ἢ καίεσθαι, ὡς προείρηται· οὐ γὰρ ἀντιλαμβάνονται τοῦ ἀλγήματος διὰ τὸ καταφέρεσθαι.

6 τὰ δὲ μῆλα ἐσθιόμενα καὶ ὀσφραινόμενα καρωτικά καὶ ὁ ἐξ αὐτῶν χυλός· πλεονασθέντα δὲ καὶ ἀφώνους ποιεῖ, τὸ δὲ σπέρμα τῶν μήλων ποθὲν ὑστέραν καθαίρει, προστεθὲν δὲ μετὰ θείου ἀπύρου ῥοῦν ἵστησιν ἐρυθρόν. ὀπίζεται δὲ περιχαρασσομένης τῆς ῥίζης θολοειδῶς καὶ τοῦ συρρέοντος εἰς τὴν κοιλότητα συλλεγομένου· ἔστι δὲ ἐνεργέστερος τοῦ ὀποῦ ὁ χυλός. οὐκ ἐν παντὶ δὲ τόπῳ φέρουσιν ὀπὸν αἱ ῥίζαι· ὑποδείκνυσι δὲ τὸ τοιοῦτον ἡ πεῖρα.