De materia medica

Dioscurides Pedianus

Dioscurides Pedianus. De materia medica, Volumes 1-3. Wellmann, Max, editor. Berlin: Weidmann, 1907-1914.

2 τοῦ δὲ ἄρρενος καὶ λευκοῦ, ὃν ἔνίοι μώριον ἐκάλεσαν, φύλλα ἐστὶ λευκά, μεγάλα, πλατέα, λεῖα, καθάπερ τεύτλου· τὰ δὲ μῆλα διπλάσια, κροκίζοντα τὴν χρόαν, εὐώδη μετὰ βάρους τινός, ἃ καὶ ἐσθίουσιν οἱ ποιμένες, ποσῶς δὲ ὑποκαροῦνται· ῥίζα δὲ ὁμοία τῇ πρὸ αὐτῆς, μείζων δὲ καὶ λευκοτέρα· ἄκαυλος δὲ καὶ οὗτος.

[*](75 RV: μανδραγόρα ἄρρεν· οἱ δὲ Κιρκαῖον, οἱ δὲ ξηρὰ ἄνθη, οἱ δὲ ἀντιμήνιον, οἱ δὲ ἀντίμιμον, οἱ δὲ βομβόχυλον, οἱ δὲ μώριον, Αἰγύπτιοι ἀπεριούμ, Πυθαγόρας ἀνθρωπόμορφον, οἱ δὲ ἀλοῖτιν, οἱ δὲ θριδακίαν, οἱ δὲ κάμμαρον, οἱ δὲ ἀγχόνη, οἱ δὲ ῥιγαλέος, Ζωροάστρης διάμορφον ἢ ἀρχήνη, προφῆται ἡμιονάς, οἱ δὲ γόνος Τυφῶνος, Ῥωμαῖοι μάλα κανίνα, οἱ δὲ μάλα τερρέστρια.)[*](μανδραγόρα θῆλυ· οἱ δὲ Κιρκαῖον, οἱ δὲ ἀντίμιμον Ῥωμαῖοι μάλα σιλβέστρια, οἱ δὲ μάλα τερρέστρια, ἐπεὶ ἡ ῥίζα τούτου δοκεῖ φίλτρου εἶναι ποιητική.)[*](1 καὶ καρπός (dittogr ) NDi ὡς Orib. ῥίζα εὐμεγέθης PV : ῥίξας ἔχουσα εὐμεγέθεις C 2 ἀντιπεπλεγμένας C: ἀντεπλεκόμεναι Orib.: ἀντιπλεγ- μέναι E (εμπε superscr. E2) μέλαιναι καθάπερ ἔφην κατὰ C 3 δὲ (pr.) om. Orib.VFHDi καὶ om. NOrib.F παχύηλοιοι] φλοιώδεις R οὐκ ἔχει Orib. nov. cap. a τοῦ δὲ ἄρρενος incip. V: mg. add. P (pr. m.) ὁ δὲ ἄρρην φύλλα ἔχει λευκά Orib. 4 μώριον PE: μόριον VFH: νώριον Di: τόριον R: marion Dl καλοῦσιν E φύλλα φέρει R 5 λευκὰ καὶ μεγάλα ὡσπερεὶ σεύτλου C: μεγάλα λευκά NFNDi: λευκά, πλατέα, μεγάλα ἄναν Orib. (om. λεῖα) καθάπερ τεύτλου om. NDi 6 διπλασίονα Orib. τὴν χροιάν C: τῇ χροιᾷ NDi ἅπερ (om. καὶ) C 7 ἐσθίοντες CDi ποιμαίνοντες ROrib. δὲ (pr.) om. CDi ἐπι- καροῦνται C 8 λεπτοτέρα καὶ λευκοτέρα E δὲ (alt.) om. NO 9 αὐτή NDi)[*](10 N fol. 90: om. C (rec. man. s. XII text. cap. fol. 287—289 inser.) μαν- δραγόρας (ἀρρεν om.) HDi κιρκεον N: Circaeon Pl. l. s. ξηράνθη Di: ξηρα- άνθην H 11 οἱ δὲ ἀντίμνιον HDi: seclusi 12 μοῖνον libri: correxi coll. Pl. XXV 148 ali morion (sc. vocant) ἀπεμούμ HDi ἀνθρωπόμορφος N cf. Isid. l. s. hanc poetae ἀνθρωπόμορφον appellant, quod habeat radicem formam hominis simulantem 13 ἀλοίτην HDi: ἀλθεργιν N οἱ δὲ ἀγχόνη, οἱ δὲ ῥιγαλέος om. HDi ἀρχήρη N: correxi 14 ΒΙΑΔΕΟϹ libri: correxi ζκρο- ἀστης N: ζωρόαστρις HDi διάμονον libri: correxi ἢ ἀρχηνη N: ἀρχήνην H: ἀρχύνη Di: seclusi (varia lectio ad ἀρχήρη emendandum) 15 ἡμιόνας libri: suspectum οἱ δὲ γονογεῶνας libri: correxi 16 τερρέστρις N: τερέστρις HDi: corr. Spr. 17 μανδραγόραw θῆλυς H: syn. om. Di 18 σιλβέστρις NH: correxi τερέστρια H ἐπεὶ om. H)
235

χυλίζεται δὲ ὁ φλοιὸς τῆς ῥίζης χλωρὸς κοπεὶς καὶ ὑποτεθεὶς πιεστηρίῳ· δεήσει δὲ ἡλιάσαντας μετὰ τὸ συστραφῆναι ἀποτίθεσθαι ἐν ὀστρακίνῳ ἀγγείῳ.

χυλίζεται δὲ καὶ τὰ μῆλα 3 ὁμοίως, ἀνειμένον δὲ γίνεται τὸ ἐξ αὐτῶν χύλισμα· καὶ ὁ φλοιὸς δὲ τῆς ῥίζης περιαιρεθεὶς καὶ διαβληθεὶς λίνῳ κρέμαται εἰς ἀπόθεσιν. ἔνιοι δὲ καθέψουσιν οἴνῳ τὰς ῥίζας ἄχρι τρίτου καὶ διυλίσαντες ἀποτίθενται, χρώμενοι ἐπὶ τῶν ἀγρυπνούντων καὶ περιοδυνώντων κυάθῳ ἐνὶ καὶ ἐφʼ ὧν βούλονται ἀναισθησίαν τεμνομένων ἢ καιομένων ποιῆσαι.

ὁ δὲ ὀπὸς ποθεὶς ἀβόλων δυεῖν ὁλκῆς πλῆθος σὺν μελικράτῳ ἄγει ἄνω φλέγμα καὶ χολὴν ὡς ἐλλέβορος, πλείων δὲ ποθεὶς ἐξάγει τοῦ ζῆν.