De materia medica

Dioscurides Pedianus

Dioscurides Pedianus. De materia medica, Volumes 1-3. Wellmann, Max, editor. Berlin: Weidmann, 1907-1914.

δύναμιν δὲ ἔχει θερμαντικήν, μαλακτικήν, ἐπισπαστικήν, 2 διαλυτικὴν σκληρωμάτων τε καὶ φυμάτων, κοιλίαν τε ὑπάγει ποθὲν καὶ ἔμβρυα κατασπᾷ καὶ σπλῆνα τήκει μετ᾿  ὄξου δραχμὴ μία ποθεῖσα καὶ ἄρθρων καὶ ἰσχίων ἀλγήματα παραιτεῖται. βοηθεῖ δὲ καὶ ἀσθματικοῖς καὶ ἀρθοπνοϊκοῖς καὶ ἐπιλη| πτικοῖς, καὶ τοῖς ὑγρὰ ἐν θώρακι ἔχουσιν ἐκλειχόμενον μετὰ μέλιτος ἢ μετὰ πτισάνης ῥοφούμενον· ἄγει δὲ καὶ οὖρα αἱματώδη.