De materia medica

Dioscurides Pedianus

Dioscurides Pedianus. De materia medica, Volumes 1-3. Wellmann, Max, editor. Berlin: Weidmann, 1907-1914.

δολίζουσι δʼ αὐτὴν κόμμει, 3 ὅπερ ἐλέγχεται γεύσει καὶ πικρίᾳ καὶ ὀσμῆς ἐπιτάσει καὶ τῷ μὴ διαλύεσθαι μέχρι ἐλαχίστου ψήγματος θλιβόμενον ὑπὸ τῶν δακτύλων ἔνιοι δὲ καὶ ἀκακίαν μίσγουσι.

δύναμιν δʼ ἔχει στυπτικήν, ξηραντικήν, ὑπνωτικήν πυκνωτικὴν τῶν σωμάτων κοιλίας τε λυτικὴν καὶ στομάχου ἀποκαθαρτικὴν κοχλιαρίων δυεῖν πλῆθος μεθ᾿ ὕδατος ψυχροῦ ἢ γαλακτώδους πινομένη αἵματός τε ἀναγωγάς ἐπέχει καὶ ἴκτερον ἀποκαθαίρει μεθʼ ὕδατος τριωβόλου ἢ δραχμῆς μιᾶς ὁλκὴ ἐν

ποτῷ· καὶ μετὰ ῥητίνης δὲ καταπινόμενον ἢ ὕδατος ἢ μέλιτος 4 ἑφθοῦ ἀναληφθὲν κοιλίαν λύει, δραχμῶν δὲ τριῶν πλῆθος τελείως καθαίρει, μιγὲν δὲ τοῖς ἄλλοις καθαρτικοῖς ἧσσον αὐτὰ κακοστόμαχα ποιεῖ, ξηρὸν δὲ ἐπιπασθὲν τραύματα κολλᾷ καὶ ἀπουλοῖ ἕλκη καὶ καταστέλλει, αἰδοῖα δὲ ἡλκωμένα ἰδίως θεραπεύει καὶ ἐπαγώγια τὰ χειρισθέντα παρακολλᾷ. θεραπεύει δὲ καὶ κονδυλώματα καὶ ῥαγάδας κιρνάμενον σὺν γλυκεῖ οἴνῳ αἱμορραγίας τε ἵστησι τὰς ἐξ αἱμορροΐδων καὶ πτερύγια ἀπουλοῖ·