De materia medica

Dioscurides Pedianus

Dioscurides Pedianus. De materia medica, Volumes 1-3. Wellmann, Max, editor. Berlin: Weidmann, 1907-1914.

163

156 ἀνδρόσαιμον· οἱ δὲ Διονυσιάδα, οἱ δὲ καὶ τοῦτο ἄσκυρον καλοῦσι. διαφέρει δὲ τοῦ ὑπερικοῦ καὶ τοῦ ἀσκύρου θάμνος ὢν λεπτόκαρφος, φρυγανώδης, πεφοινιγμένος τὰ ῥαβδία· φύλλα τριπλασίονα πηγάνου, ἃ τριφθέντα οἰνώδη χυλὸν ἀνίησι, μασχάλας τε ἔχει πλείονας ἐπʼ ἄκρῳ τεταρσωμένας, περὶ ὡς ἀνθύλλια μικρά, μήλινα·

καρπὸς ἐν κάλυκι ὅμοιος τῳ τῆς μελαίνης 2 μύκωνος, οἱονεὶ κατάγραφος· ἀνατριφθεῖσα δὲ ἡ κόμη ῥητιυώδη ὀσμὴν προσδίδωσι.

καὶ τούτου ὁ καρπὸς λεῖος δραχμῶν δυεῖν ὁλκὴ ποθεὶς ἄγει χολώδη καὶ κόπρια. θεραπεύει δὲ μάλιστα ἰσχιάδας· δεῖ δὲ μετὰ τὴν κάθαρσιν ὕδατος ἐπιρροφεῖν ἀλἴγον· καὶ πυρίκαυτα δὲ ἡ πόα κατακπλασθεῖσα θεραπεύει καὶ αῖμα ἐπέχει.