De materia medica

Dioscurides Pedianus

Dioscurides Pedianus. De materia medica, Volumes 1-3. Wellmann, Max, editor. Berlin: Weidmann, 1907-1914.

3 ἡ δὲ ταυρεία ἰδίως ἐπὶ συναγχικῶν διαχρίεται σὺν μέλιτι, ἀποθεραπεύει τε τὰ ἐν δακτυλίῳ μέχρι οὐλῆς, πυορροοῦντά τε ὦτα καὶ τὰς ἐπʼ αὐτῶν ῥήξεις σὺν γάλακτι αἰγείῳ ἢ γυναικείῳ ἐνσταζομένη. πρὸς δὲ συριγμοὺς σὺν πράσου χυλῷ ποιεῖ, εἴς τε τάς τραυματικὰς ἐμπλάστρους ἀφλεγμάντους μειγνυμένη καὶ θηριακὰς περιχρίστους· καὶ πρὸς φαγεδαινικὰ δʼ ἕλκη καὶ ἀδύνας αἰδοίου καὶ ὀσχέου σὺν μέλιτι, πρὸς δὲ λέπρας καὶ πίτυρα σὺν νίτρῳ ἢ γῇ κιμωλίᾳ σμῆγμα κράτιστον. καὶ ἡ προβατε ία δὲ πρὸς τὰ αὑτὰ καὶ ἡ ἀρκεία, ἐνδεέστεραι δὲ τυγχάνουσιν.

4 ἐκλειχομένη δὲ ἡ ἀρκεία ἐπιλημπτικοὺς ὠφελεῖ, ἡ δὲ τῆς χελώνης πρὸς συνάγχας καὶ τὰς ἐπὶ τῶν παιδίων νομὰς ἐν στόματι καὶ ἐπιλημπτικοὺς ἐντεθεῖσα ταῖς ῥισίν, αἰ γὸς δὲ ἀγρίας ἰδίως νυκτάλωπας θεραπεύει ἐγχρισθεῖσα. καὶ ἡ τοῦ τράγου δὲ τὸ αὐτὸ ποιεῖ, θύμιά τε αἴρει καὶ τὰς ἐπὶ τῶν ἐλεφαντιώντων ὑπεροχὰς καταχριομένη στέλλει. ἡ δὲ ὐ ε ία πρὸς τὰ ἐν ὠσὶν ἕλκη καὶ πρὸς τὰ λοιπὰ πάντα ὠφελίμως παραλαμβάνεται.