De materia medica

Dioscurides Pedianus

Dioscurides Pedianus. De materia medica, Volumes 1-3. Wellmann, Max, editor. Berlin: Weidmann, 1907-1914.

156

13 τὸ δὲ ὀρνίθειον καὶ χήνειον στέαρ οὔτως ἂν εὐωδια\σθείη· σθείη· λαβὼν οἵουτινος αὐτῶν τεθεραπευμένου κοτύλας τέσσαρας καὶ καθεὶς εἰς ὀστρακίνην χύτραν πρόσμειξον ἐρυσισκήπτρου καὶ ξυλοβαλσάμου, ἔτι δὲ φοίνικος ἐλάτης καὶ καλάμου ὁλοσχερῶνς κεκομμένων ἀνὰ δραχμάς δεκαδύο, ἐπιδούς τε οἴνου Λεσβίου παλαιοῦ κύαθον ἕνα θὲς ἐπ᾿ ἀνθρακιᾶς καὶ σύζεσον τρίς· εἶτα ἀνελόμενος ἀπὸ τοῦ πυρὸς τὸ ἀγγεῖον καὶ ἐάσας ψυγῆναι τὰ ἐν αὐτῷ ἡμέραν καὶ νύκτα, τῇ ἐχομένη τῆξον αὐτά, καὶ διὰ ῥάκους λινοῦ καὶ καθαροῦ ὕλισον εἰς ἀργυροῦν ἀγγεῖον.

14 ὅταν δὲ παγῇ, ἀνελόμενος κόγχῳ τὸ προειρημένον εἰς κεραμεοῦν ἀγγεῖον βάλε καὶ πωμάσας στεγανῶς ἀπόθου ἐν καταψύχρῳ τόπῳ· χειμῶνος δὲ ταῦτα δραστέον, ἐν γάρ θέρει οὐ πήγνυται. τινὲς δὲ πρὸς τὴν σύστασιν αὐτοῦ καὶ τὴν πῆξιν βραχύ κηροῦ Τυρρηνικοῦ μίσγουσιν. τῳ δὲ αὐτῷ τρόπῳ ἀρωματιστέον καὶ τὸ ὕειον καὶ ἄρκειον καὶ τά ὅμοια.

σαμψουχίζεται δὲ στέαρ οὕτως· λαβών τοῦ καλῶς τεθεραπευμένου ὅσον μνᾶν μίαν — ἔστω δὲ μᾶλλον ταύρειον — καὶ σαμψούχου ὡρίμου τεθλασμένου ἐπιμελῶς μνᾶν μίαν ἥμισυ μεῖξον καὶ μαγίδας ἀνάπλασον ἐπιχέας δαψιλέστερον οἶνον, εἶτα ἀποθέμενος αὐτὰς εἰς ἀγγεῖον καὶ σκεπάσας ἔασον ἐννυκτερεῦσαι.