De materia medica

Dioscurides Pedianus

Dioscurides Pedianus. De materia medica, Volumes 1-3. Wellmann, Max, editor. Berlin: Weidmann, 1907-1914.

3 τὸ δὲ μεγάλλειον καλούμενον πάλαι μέν ποτε ἐσκευάζετο, ἐκλέλοιπε δὲ νῦν. πρὸς ἐκπλήρωσιν δὲ τῆς ἱστορίας οὐκ ἐστιν ἄτοπον ἐπιμνησθῆναι καὶ τούτου. δὲ σκευασία ἡ αὐτὴ τῷ ἀμαρακίνῳ, πλεονάζει δὲ τῇ ῥητίνη καὶ ταύτῃ διαφέρει. ἐστι δὲ μαλακτικὸν ἠπίως. ἡ μέντοι ῥητίνη μείγνυται τοῖς μύροις οὔτε φυλακῆς οὔτε ἡδονῆς χάριν, χρώματος δὲ καὶ πάχους ἕνεκα. μείγνυται δὲ ἠ τερεβινθίνη ἀφεψομένη, ἄχρις ὅτου ἄν ἄοσμος γένηται. δηλωθήσεται δὲ ἐν τοῖς περὶ ῥητίνης (I 71) ἡ ἕψησις αὐτοῦ.

καὶ τὸ καλούμενον δὲ ἠδύχρουν, σκευαζόμενον δὲ ἐν Κῷ, τῆς αὐτῆς ἔχεται δυνάμεώς τε καὶ σκευασίας τῷ ἀμαρακίνῳ, εὐωδέστερον δὲ τυγχάνει.

59 σκευάζεται δὲ ἐν Αἰγύπτῳ μύρον, ἐπιχωρίως ὑπʼ αὐτῶν καλούμενον μετώπιον διὰ τὴν τῆς χαλβάνης μεῖξιν· τὸ γὰρ ξύλον, ἐξ οὗ γεννᾶται ἡ χαλβάνη, μέτωπον καλεῖται. διʼ ἀμυγδάλων δὲ πικρῶν καὶ ἐλαίου ὀμφακίνου καὶ καρδαμώμου καὶ σχοίνου καὶ καλάμου καὶ μέλιτος καὶ οἴνου καὶ σμύρνης καὶ βαλσάμου καρποῦ καὶ χαλβάνης καὶ ῥητίνης συντίθεται. δόκιμον δέ ἐστι τὸ βαρύοσμον καὶ λιπαρόν, ἐμφαῖνον μᾶλλον τοῦ καρδαμώμου καὶ τῆς σμύρνης ἤπερ τῆς χαλβάνης.