De materia medica

Dioscurides Pedianus

Dioscurides Pedianus. De materia medica, Volumes 1-3. Wellmann, Max, editor. Berlin: Weidmann, 1907-1914.

2 τὸ δὲ φερόμενον ἀπήθει εὐθέως ἀπὸ τοῦ συνεκθλιβέντος ὕδατος τῷ ἐλαίῳ· οὐ γὰρ ὑπομένει ὡς τὸ ῥόδινον, συνθερμαινόμενον δὲ ἀναζεῖ καὶ σήπεται. μετάγγιζε δὲ πλεονάκις εἰς ἕτερα ἀγγεῖα μέλιτι κατακεχρισμένα, προσπάσσων ἅλας λεπτοὺς καὶ τὴν συλλεγομένην ἀκαθαρσίαν ἐπιμελῶς ἀφαιρῶν. μετεράσας δὲ ἐκ τοῦ κυρτιδίου τὸ ἐξιπωθὲν ἄρωμα εἰς τὸν λουτῆρα πάλιν ἐπίχει τοῦ ήρωματισμένου ἐλαίου τὸ ἴσον πλῆθος τῷ προτέρῳ καὶ καρδαμώμου κεκομμένου συνέμβαλε ὁλκὰς δέκα, καὶ ἀνακινήσας χρησίμως ταῖς χερσὶ καὶ ἐπισχὼν μικρὸν ἐξίπου, τὸ ἀπορρέον ἀποκαθαίρων.

3 καὶ τρίτον ἐπιχέας πάλιν τὸ αὐτὸ ποίει, προσεπεμβάλλων καὶ τὸ καρδάμωμον καὶ τοὺς ἅλας ὁμοίως καὶ τὰς χεῖρας μέλιτι χρίων καὶ θλίβων. καὶ ἔσται τὸ μὲν πρῶτον ἐκπιεσθὲν ἄριστον, ἐχόμενον δὲ τὸ ἑξῆς, τρίτον δὲ τὸ τελευταῖον. καὶ πάλιν λαβὼν χίλια κρίνα καὶ ἀποφυλλίσας διάθες καὶ ἐπιχέας τὸ πρῶτον ἐξιπωθὲν μεθόδευε, τὰ αὐτὰ ποιῶν ὥσπερ ἐποίεις ἐπὶ τοῦ πρώτου, καρδάμωμον παραμίσγων, εἶτα ἐξίπου καὶ ποίει τὰ αὐτὰ ἐπὶ τοῦ δευτέρου καὶ τρίτου, ὡς εἴρηται, προσεμβάλλων καὶ τὸ καρδάμωμον, καὶ ὁσάκις ἂν ἀποβρέξῃς νεαρὰ κρίνα, δυναμικώτερον ἕξεις τὸ μύρον.