De materia medica

Dioscurides Pedianus

Dioscurides Pedianus. De materia medica, Volumes 1-3. Wellmann, Max, editor. Berlin: Weidmann, 1907-1914.

οἱ δὲ Αἰγύπτιοι διὰ τὸ δαψιλοῦς 2 χρῄζειν ἑτέρως αὐτὸ σκευάζουσι· μετὰ γὰρ τὸ καθᾶραι εἰς μύλην ἀποδόντες τοὺς κρότωνας ἀλήθουσιν ἐπιμελῶς, εἰς τὰς σφυρίδας δὲ ἐμβαλόντες τὸ ἀληλεσμένον δι᾿  ὀργάνου ἐκθλίβουσιν. ὥριμοι δέ εἰσιν οἱ κρότωνες, ὅταν ὑπὸ τῶν περιεχόντων αὐτοὺς σφαιρίων ἀπολύωνται.

ποιεῖ δὲ τὸ κίκινον πρὸς ψώρας καὶ ἀχῶρας καὶ τὰς ἐν ἕδρᾳ φλεγμονάς, πρός τε ὑστέρας μύσεις καὶ διαστροφάς, ἔτι δὲ οὐλὰς ἀπρεπεῖς καὶ ὠταλγίας, ἐμπλάστροις τε μιγὲν ἐμπρακτοτέρας αὐτὰς ἐργάζεται. ἄγει δὲ καὶ κατὰ κοιλίαν ὑδατῶδες ποθέν, ἐκκρίνει δὲ καὶ ἕλμινθας.

33 ἀμυγδάλινον ἔλαιον, ὅ τινες μετώπιον καλοῦσι, σκευάζεται οὕτως· ἀμυγδάλων πικρῶν χοίνικας τέσσαρας καθάρας καὶ ξηράνας κόψον ὑπέρῳ ξυλίνῳ ἐν ὅλμῳ κούφως, μέχρι μᾶζα γένηται, ἐπιχέας τε ζεστοῦ ὕδατος κοτύλας δύο ἔασον συμπιεῖν ἡμιώριον, ἀφ᾿  ἧς πάλιν βιαιότερον τρῖβε. εἶτα ἀποθλίβων πρὸς πλάκα ἐξίπου καὶ τὸ ἀπὸ τῶν δακτύλων εἰς μύακα ἀναλάμβανε, εἶτα πάλιν εἰς τὸ ἀποτεθλιμμένον κοτύλην μίαν ὕδατος ἐπιχέας καὶ συμπιεῖν ἐάσας τὸ αὐτὸ ποίει· ἀποδίδωσι δὲ κοτύλην μίαν τὸ τετραχοίνικον.