De materia medica

Dioscurides Pedianus

Dioscurides Pedianus. De materia medica, Volumes 1-3. Wellmann, Max, editor. Berlin: Weidmann, 1907-1914.

3 τὸ δὲ ἐκ τῆς ἀγρίας ἐλαίας ἔλαιον στυπτικώτερον, πρὸς μὲν τὴν ἐν ὑγιείᾳ χρῆσιν δεύτερον, κεφαλαλγοῦσι δὲ ἀντὶ ῥοδίνου ἁρμόζει, ἐπέχον καὶ ἱδρῶτας καὶ τρίχας ῥεούσας. ἀποσμήχει δὲ καὶ πίτυρα καὶ ἀχῶρας καὶ ψώρας καὶ λέπρας, βράδιόν τε πολιοῖ καθ᾿  ἑκάστην ἡμέραν ἐπαλειφόμενον.

λευκαίνεται δὲ ἔλαιον οὕτως· λαβὼν τὸ τῇ χρόᾳ μὲν λευκὸν [*](7 SIM. Pl. XXIII 79sq. D. eup. II 135 (326) II 40 (254) II 67(282) II 45 (257). I 1 (94) II 27 (237) I 96 (141) I 105 (146) I 100 (144).) [*](23 TEST, Gal. XI 497: εἰσὶ καὶ ἕτεροι τρόποι λευκάνσεως ἐλαίου παρὰ τοῖς τά τε τῶν σκευασιῶν βιβλία γεγραφόσι καὶ τὰ περὶ τῆς ὕλης, ὥσπερ καὶ τὰ παρὰ τῷ Διοσκουρίδῃ κατὰ τὸ πρῶτον.) [*](1 διακρατυντικὸν QDa κρατυντικὸν Di 2 καὶ ἱδρώτων Di τε] δὲ F τὸ δὲ παλαιότερον καὶ λιπαρώτερον Di: pinguior et vetere confectionibus calasticis miscetur Dl λιπαρώτερον] μαλακτικὸν τῆς σαρκὸς H 3 χαλαστικῶν addidi e Dl 5 σαρκός] i. e. cutis: γαστρός Di δυσπερίψυκτον φυλάσσον τὸ σῶμα καὶ ἑτοιμότερον Di ἑτοιμότερον FDa 7 post δυνάμεις add. ἐν τῇ μίξει Di 9 κοτύλη ποθὲν H σὺν om. Da ἴσω χυλῶ Di 11 θερμὸν F: θερμῷ Di: om. HDa τὸ πλῆθος Da ἕλμεις F: ἕλμινθας reliqui 12 καὶ ἐνίεται δὲ Di τοὺς F: τὰς reliqui 13 θερμαντικὸν διαφορητικώτερον QDa: θερμαντικὸν καὶ διαφορητικώτερον Di: correxi coll. Gal. l. s. τὸ δὲ παλαιὸν ἔλαιον τὸ μὲν ἐκ τοῦ γλυκέος παλαιουμένου γινόμενον θερμότερόν τε καὶ διαφορητικώτερόν ἐστι 14 μιμητέον (ι in ras.) F: μικτέον reliqui τὸ om. Di παλαιὸν] μικτὸν Da 15 κατακεράσας H ἀγγεῖα Da 18 mg. add. ἔλαιον τὸ ἐκ τῆς ἀγρίας ἐλαίας· λ (atr. r.) Di ἐλαίας om. H κομιζόμενον ἔλαιον Di 23 nov. cap. (λ΄) inc. Dl οὕτως F: οὕτω reliqui τὴν χρόαν H)

35
τὴν ἡλικίαν δὲ μὴ πλέον ἐνιαυσίου ἔγχεε εἰς κεραμεοῦν ἀγγεῖον πλατύστομον καινόν — ἔστωσαν δὲ μέτρῳ κοτύλαι ἑκατόν —, εἶτα θεὶς ὑφ᾿ ἥλιον ἀνάχει κόγχῳ καθ᾿  ἑκάστην ἡμέραν κατὰ τὸ μέσον, ὑψόθεν τῇ καταφορᾷ χρώμενος, ἵνα τῇ συνεχεῖ κυκήσει καὶ πληγῇ μεταβάλληται καὶ ἀφρίσῃ.

τῇ δὲ ὀγδόῃ 4 ἡμέρᾳ βρέξας τήλεως καθαρᾶς δραχμὰς πεντήκοντα ἐν ὕδατι θερμῷ ἔμβαλε μαλακὴν γενομένην εἰς τὸ προειρημένον ἔλαιον χωρὶς τοῦ στραγγίσαι τὸ ὕδωρ· προσαπόδος δὲ καὶ δαλὸν πιτυίνης ὡς ὅτι λιπαρωτάτης καὶ εἰς λεπτὰ κατεσχισμένης τὰς ἴσας ὁλκὰς καὶ οὕτως ἔασον ἄλλας ὀκτὼ ἡμέρας διελθεῖν. μετὰ ταύτας δὲ ἀνάχει τῷ κόγχῳ τὸ ἔλαιον, τό τε λοιπόν, εἰ μὲν εἵη τοῦ τέλους τετευχός, εἰς καινὸν ἀγγεῖον προκεκλυσμένον οἴνῳ παλαιῷ κατεράσας ἀποτίθεσο, προυπεστρωμένων μελιλώτου στεφανίσκων αὔων ὁλκῶν ἕνδεκα καὶ ἴρεως τῆς ἴσης. εἰ δὲ μή, πάλιν ἐν ἡλίῳ θετέον αὐτὸ καὶ ἐργαστέον, ἄχρις οὗ λευκὸν γένηται.