De materia medica

Dioscurides Pedianus

Dioscurides Pedianus. De materia medica, Volumes 1-3. Wellmann, Max, editor. Berlin: Weidmann, 1907-1914.

19 βάλσαμον· τὸ μὲν δένδρον κατὰ μέγεθος λυκίου ἢ πυρακάνθης βλέπεται, φύλλα ἔχον ὅμοια πηγάνῳ, λευκότερα δὲ πολλῷ καὶ ἀειθαλέστερα, γεννώμενον ἐν μόνῃ Ἰουδαίᾳ κατά τινα αὐλῶνα, διαφέρον αὐτὸ ἑαυτοῦ τραχύτητι καὶ μήκει καὶ ἰσχνότητι. λέγεται γοῦν τὸ λεπτὸν καὶ τριχῶδες τοῦ θάμνου εὐθέριστον, ἴσως διὰ τὸ εὐχερῶς θερίζεσθαι ἰσχνὸν ὄν.

τὸ δὲ ὀποβάλσαμον λεγόμενον ὀπίζεται ἐν τοῖς ὑπὸ κύνα καύμασιν ἐντεμνομένου σιδηροῖς ὄνυξι τοῦ δένδρου· ῥεῖ δὲ ὀλίγον ὡς καθ᾿  ἕκαστον ἔτος μὴ πλεῖον ἓξ ἢ ἑπτὰ χόας συναθροίζεσθαι· πωλεῖται δὲ ἐν τῷ τόπῳ τούτῳ ὁ σταθμὸς αὐτοῦ πρὸς διπλοῦν ἀργύριον.