De materia medica

Dioscurides Pedianus

Dioscurides Pedianus. De materia medica, Volumes 1-3. Wellmann, Max, editor. Berlin: Weidmann, 1907-1914.

2 πινόμενος δὲ ἐχεοδήκτοις βοηθεῖ οὐγγιῶν δυεῖν πλῆθος, καὶ πρὸς θώρακος πόνους καὶ σπάσματα καὶ ἐμπνευματώσεις μετ᾿ οἴνου καὶ ἀψινθίου, καὶ ἀφροδίσια δὲ παρορμᾷ μετ᾿ οἰνομέλιτος. ἄγει δὲ καὶ ἕλμινθα πλατεῖαν μεθ᾿ ὕδατος, σύγχρισμά τε ῥιγοῦσι μετ᾿ ἐλαίου πρὸ τῆς ἐπισημασίας καὶ παραλυτικοῖς. καθαίρει δὲ καὶ ἔφηλιν καταχρισθεὶς μεθ᾿ ὕδατος ἢ μέλιτος· μείγνυται δὲ καὶ μαλάγμασι καὶ ἀντιδότοις.

μειγνύουσι δ᾿ ἔνιοι τὰς ῥωμαλεωτάτας τοῦ Κομμαγηνοῦ Ἑλενίου ῥίζας δολοῦντες αὐτόν. εὐχερὴς δὲ ἡ διάγνωσις· οὔτε γὰρ πυροῖ τὴν γεῦσιν τὸ Ἑλένιον οὔτε τὴν εὐωδίαν εὔτονον καὶ πληκτικὴν παρέχει.