The Taking of Ilios

Tryphiodorus

Tryphiodorus. The Taking of Ilios. Mair, A. W., editor. London, William Heinemann, Ltd.; New York: G.P. Putnam's Sons. 1928.

  1. Αἰνείαν δʼ ἔκλεψε καὶ Ἀγχίσην Ἀφροδίτη
  2. οἰκτείρουσα γέροντα καὶ υἱέα, τῆλε δὲ πάτρης
  3. Αὐσονίην ἀπένασσε· θεῶν δʼ ἐτελείετο βουλὴ
  4. Ζηνὸς ἐπαινήσαντος, ἵνα κράτος ἄφθιτον εἴη
  5. παισὶ καὶ υἱωνοῖσιν ἀρηιφίλης Ἀφροδίτης.