The Taking of Ilios

Tryphiodorus

Tryphiodorus. The Taking of Ilios. Mair, A. W., editor. London, William Heinemann, Ltd.; New York: G.P. Putnam's Sons. 1928.

  1. σχέτλιος, ἦ μὲν ἔμελλε καὶ αὐτῷ πότμος ὁμοῖος
  2. ἑσπέσθαι παρὰ βωμὸν ἀληθέος Ἀπόλλωνος
  3. ὕστερον, ὁππότε μιν ζαθέου δηλήμονα νηοῦ
  4. Δελφὸς ἀνὴρ ἐλάσας ἱερῇ κατέπεφνε μαχαίρῃ.
  5. ἡ δὲ κυβιστήσαντα διηερίων ἀπὸ πύργων—
  6. χειρὸς Ὀδυσσείης ὀλοὸν βέλος—ἀθρήσασα
  7. Ἀνδρομάχη μινύωρον ἐκώκυεν Ἀστυάνακτα.
  8. Κασσάνδρην δʼ ᾔσχυνεν Ὀιλῆος ταχὺς Αἴας
  9. Παλλάδος ἀχράντοιο θεῆς ὑπὸ γοῦνα πεσοῦσαν·