The Taking of Ilios

Tryphiodorus

Tryphiodorus. The Taking of Ilios. Mair, A. W., editor. London, William Heinemann, Ltd.; New York: G.P. Putnam's Sons. 1928.

  1. ποίει δʼ εὐρυτάτῃς μὲν ἐπὶ πλευρῇς ἀραρυῖαν
  2. γαστέρα κοιλήνας, ὁπόσον νεὸς ἀμφιελίσσης
  3. ὀρθὸν ἐπὶ στάθμην μέγεθος τορνώσατο τέκτων.
  4. αὐχένα δὲ γλαφυροῖσιν ἐπὶ στήθεσσιν ἔπηξε
  5. ξανθῷ πορφυρόπεζαν ἐπιρρήνας τρίχα χρυσῷ·
  6. ἡ δʼ ἐπικυμαίνουσα μετήορος αὐχένι κυρτῷ
  7. ἐκ κορυφῆς λοφόεντι κατεσφρηγίζετο δεσμῷ.