The Taking of Ilios

Tryphiodorus

Tryphiodorus. The Taking of Ilios. Mair, A. W., editor. London, William Heinemann, Ltd.; New York: G.P. Putnam's Sons. 1928.

  1. ἤδη μὲν δεκάτοιο κυλινδομένου λυκάβαντος
  2. γηραλέη τετάνυστο φόνων ἀκόρητος Ἐνυὼ
  3. Τρωσί τε καὶ Δαναοῖσιν· ἐναιρομένων δʼ ἄρα φωτῶν
  4. δούρατα κεκμήκει, ξιφέων δʼ ἔθνῃσκον ἀπειλαί,
  5. σβέννυτο θωρήκων ἐνοπή, μινύθεσκε δʼ ἑλικτὴ
  6. ἁρμονίη ῥηχθεῖσα φερεσσακέων τελαμώνων,
  7. ἀσπίδες οὐκ ἀνέχοντο μένειν ἔτι δοῦπον ἀκόντων,