The Taking of Ilios

Tryphiodorus

Tryphiodorus. The Taking of Ilios. Mair, A. W., editor. London, William Heinemann, Ltd.; New York: G.P. Putnam's Sons. 1928.

  1. πατρίδος ὀλλυμένης ἔλαθον χειμῶνα φυγόντες.
  2. οἱ δʼ ἔνδον πολέμῳ τε καὶ ἀχλύι κυμαίνοντες,
  3. ἀνδράσιν οἰχομένοισι καὶ οὐ φεύγουσιν ὁμοῖοι,
  4. πίπτον ἐπʼ ἀλλήλοισι· πόλις δʼ οὐ χάνδανε λύθρον
  5. ἀνδρῶν χηρεύουσα, περιπλήθουσα δὲ νεκρῶν.