The Taking of Ilios

Tryphiodorus

Tryphiodorus. The Taking of Ilios. Mair, A. W., editor. London, William Heinemann, Ltd.; New York: G.P. Putnam's Sons. 1928.

  1. ἀστραγάλους ἐάγησαν, ὁμοῦ δʼ ἐξήρυγον οἶνον.
  2. πολλοὶ δʼ εἰς ἕνα χῶρον ἀολλέες ἐκτείνοντο
  3. μαρνάμενοι, πολλοὶ δὲ διωκόμενοι κατὰ πύργων
  4. ἤριπον εἰς Ἀίδαο πανύστατον ἅλμα θορόντες.
  5. παῦροι δὲ στεινῆς διὰ κοιλάδος, οἷάτε φῶρες,
  6. πατρίδος ὀλλυμένης ἔλαθον χειμῶνα φυγόντες.
  7. οἱ δʼ ἔνδον πολέμῳ τε καὶ ἀχλύι κυμαίνοντες,
  8. ἀνδράσιν οἰχομένοισι καὶ οὐ φεύγουσιν ὁμοῖοι,
  9. πίπτον ἐπʼ ἀλλήλοισι· πόλις δʼ οὐ χάνδανε λύθρον