The Taking of Ilios

Tryphiodorus

Tryphiodorus. The Taking of Ilios. Mair, A. W., editor. London, William Heinemann, Ltd.; New York: G.P. Putnam's Sons. 1928.

  1. ξείνια δʼ ἐχθρὰ κόμισσεν· ὑπέρ τέγεος δέ τις ἄλλος
  2. μήπω παπταίνων τι θοῷ διέπιπτεν ὀιστῷ.
  3. καί τινες ἀλγεινῷ κραδίην βεβαρηότες οἴνῳ,
  4. ἐκπλαγέες ποτὶ δοῦπον, ἐπειγόμενοι καταβῆναι,
  5. κλίμακος ἐξελάθοντο καθʼ ὑψηλῶν τε μελάθρων
  6. ἔκπεσον ἀγνώσσοντες, ἐπαυχενίους δὲ λυθέντες
  7. ἀστραγάλους ἐάγησαν, ὁμοῦ δʼ ἐξήρυγον οἶνον.