The Taking of Ilios

Tryphiodorus

Tryphiodorus. The Taking of Ilios. Mair, A. W., editor. London, William Heinemann, Ltd.; New York: G.P. Putnam's Sons. 1928.

  1. ἴαχε δὲ γλαυκῶπις ἐπʼ ἀκροπόληος Ἀθήνη
  2. αἰγίδα κινήσασα, Διὸς σάκος, ἔτρεμε δʼ αἰθὴρ
  3. Ἥρης σπερχομένης, ἐπὶ δʼ ἔβραχε γαῖα βαρεῖα
  4. παλλομένη τριόδοντι Ποσειδάωνος ἀκωκῇ,
  5. ἔφριξεν δʼ Ἀίδης, χθονίων δʼ ἐξέδρακε θώκων
  6. ταρβήσας, μή πού τι Διὸς μέγα χωσαμένοιο
  7. πᾶν γένος ἀνθρώπων κατάγοι ψυχοστόλος Ἑρμῆς.