The Taking of Ilios

Tryphiodorus

Tryphiodorus. The Taking of Ilios. Mair, A. W., editor. London, William Heinemann, Ltd.; New York: G.P. Putnam's Sons. 1928.

  1. ἀγγελίην ἀνάφαινε Σίνων εὐφεγγέι δαλῷ
  2. παννυχίη δʼ ἑτάροισιν ὑπὲρ θαλάμοιο καὶ αὐτὴ
  3. εὐειδής Ἑλένη χρυσέην ἐπεδείκνυτο πεύκην.
  4. ὡς δʼ ὁπότε πλήθουσα πυρὸς γλαυκοῖο σελήνη
  5. οὐρανὸν αἰγλήεντα κατεχρύσωσε προσώπῳ·