The Taking of Ilios

Tryphiodorus

Tryphiodorus. The Taking of Ilios. Mair, A. W., editor. London, William Heinemann, Ltd.; New York: G.P. Putnam's Sons. 1928.

  1. εἱστήκει καλέουσα φόνον πνείουσαν ἀυτήν.
  2. ἤδη δὲ Τρώεσσιν ὀλέθριον εἷλκε τάλαντον
  3. Ζεὺς ταμίης πολέμοιο, μόγις [*](μόλις F) δʼ ἐλέλιξεν Ἀχαιούς·
  4. χάζετο δʼ Ἰλιόθεν Λυκίης ἐπὶ πίονα νηὸν
  5. ἀχνύμενος μεγάλοις ἐπὶ τείχεσι Φοῖβος Ἀπάλλων.
  6. αὐτίκα δ Ἀργείοισιν Ἀχιλλῆος παρὰ τύμβον
  7. ἀγγελίην ἀνάφαινε Σίνων εὐφεγγέι δαλῷ
  8. παννυχίη δʼ ἑτάροισιν ὑπὲρ θαλάμοιο καὶ αὐτὴ
  9. εὐειδής Ἑλένη χρυσέην ἐπεδείκνυτο πεύκην.