The Taking of Ilios

Tryphiodorus

Tryphiodorus. The Taking of Ilios. Mair, A. W., editor. London, William Heinemann, Ltd.; New York: G.P. Putnam's Sons. 1928.

  1. γαῖαν ἀνεκνίσσωσε χυτὴν εὐώδεϊ πηλῷ.
  2. ἀνδρομέῃ δὲ βοῇ συνεβάλλετο θῆλυς ἰωή,
  3. καὶ παίδων ἀλαλητὸς ἐμίσγετο γήραος ἠχῇ.
  4. οἷαι δʼ ἀφνειοῖο μετήλυδες Ὠκεανοῖο,
  5. χείματος ἀμφίπολοι, γεράνων στίχες ἠεροφώνων,
  6. κύκλον ἐπογμεύουσιν ἀλήμονος ὀρχηθμοῖο
  7. γειοπόνοις ἀρότῃσιν ἀπεχθέα κεκληγυῖαι·