The Taking of Ilios

Tryphiodorus

Tryphiodorus. The Taking of Ilios. Mair, A. W., editor. London, William Heinemann, Ltd.; New York: G.P. Putnam's Sons. 1928.

  1. Τρῶας ἐυσκάρθμοισιν ὁδοιπορίῃσι διώκων,
  2. εἰσόκε δὴ πυλέων ἐπεβήσατο Δαρδανιάων.
  3. αἱ δέ οἱ ἐρχομένῳ θυρέων πτύχες ἐστείνοντο·
  4. ἀλλʼ Ἥρη μὲν ἔλυσεν ἐπὶ δρόμον αὖθις ὁδοῖο
  5. πρόσθεν ἀναστέλλουσα, Ποσειδάων δʼ ἀπὸ πύργων
  6. σταθμὸν ἀνοιγομένων πυλέων ἀνέκοπτε τριαίνῃ.
  7. Τρωιάδες δὲ γυναῖκες ἀνὰ πτόλιν ἄλλοθεν ἄλλαι,
  8. νύμφαι τε πρόγαμοί τε καὶ ἴδμονες Εἰλειθυίης,
  9. μολπῇ τʼ ὀρχηθμῷ τε περὶ βρέτας εἱλίσσοντο·