The Taking of Ilios

Tryphiodorus

Tryphiodorus. The Taking of Ilios. Mair, A. W., editor. London, William Heinemann, Ltd.; New York: G.P. Putnam's Sons. 1928.

  1. οἱ δʼ ἦγον προπάροιθεν· ὁδὸς δʼ ἐβαρύνετο μακρὴ
  2. σχιζομένη ποταμοῖσι καὶ οὐ πεδίοισιν ὁμοίη.
  3. εἵπετο δʼ αἰόλος ἵππος ἀρηιφίλους ἐπὶ βωμοὺς
  4. κυδιόων ὑπέροπλα, βίην δʼ ἐπέρεισεν Ἀθήνη
  5. χεῖρας ἐπιβρίσασα νεογλυφέων ἐπὶ μηρῶν.
  6. ὧδε θέων ἀκίχητος ἐπέδραμε θᾶσσον ὀιστοῦ
  7. Τρῶας ἐυσκάρθμοισιν ὁδοιπορίῃσι διώκων,