The Taking of Ilios

Tryphiodorus

Tryphiodorus. The Taking of Ilios. Mair, A. W., editor. London, William Heinemann, Ltd.; New York: G.P. Putnam's Sons. 1928.

  1. αἰεὶ δʼ ἡμέτερος φίλος ἔσσεαι, οὐδέ σε πάτρης
  2. οὐδὲ πολυκτεάνων θαλάμων γλυκὺς ἵμερος αἱρεῖ.
  3. ἀλλʼ ἄγε καὶ σύ μοι εἰπέ, τί τοι τόδε θαῦμα τέτυκται,
  4. ἵππος, ἀμειλίκτοιο φόβου τέρας· εἰπὲ δὲ σεῖο
  5. οὔνομα καὶ γενεήν, ὁπόθεν δέ σε νῆες ἔνεικαν.
  6. τὸν δʼ ἐπιθαρσήσας προσέφη πολυμήχανος ἥρως·
  7. ἐξερέω καὶ ταῦτα· σὺ γάρ μʼ ἐθέλοντα κελεύεις.