The Taking of Ilios

Tryphiodorus

Tryphiodorus. The Taking of Ilios. Mair, A. W., editor. London, William Heinemann, Ltd.; New York: G.P. Putnam's Sons. 1928.

  1. χερσὶν ὕπο Τρώων ἱκέτην καὶ ξεῖνον ὀλέσθαι.
  2. αὐτὰρ ἐγὼ πάντεσσιν ἐπάρκιος ἔσσομαι ὑμῖν
  3. μηκέτι δειμαίνειν πόλεμον παλίνορσον Ἀχαιῶν.
  4. ὣς φάτο· τὸν δʼ ὁ γέρων ἀγανῇ μειλίξατο φωνῇ·
  5. ξεῖνε, σὲ μὲν Τρώεσσι μεμιγμένον οὐκέτʼ ἔοικε
  6. τάρβος ἔχειν· ἔφυγες γὰρ ἀνάρσιον ὕβριν Ἀχαιῶν.
  7. αἰεὶ δʼ ἡμέτερος φίλος ἔσσεαι, οὐδέ σε πάτρης
  8. οὐδὲ πολυκτεάνων θαλάμων γλυκὺς ἵμερος αἱρεῖ.
  9. ἀλλʼ ἄγε καὶ σύ μοι εἰπέ, τί τοι τόδε θαῦμα τέτυκται,