The Taking of Ilios

Tryphiodorus

Tryphiodorus. The Taking of Ilios. Mair, A. W., editor. London, William Heinemann, Ltd.; New York: G.P. Putnam's Sons. 1928.

  1. αὐτίκα δὲ Πριάμοιο ποδῶν προπάροιθεν ἐλυσθεὶς
  2. ἱκεσίαις παλάμῃσι παλαιῶν ἥψατο γούνων,
  3. λισσόμενος δὲ γέροντα δολοπλόκον ἴαχε μῦθον·
  4. ἄνδρα μὲν Ἀργείοισιν ὁμόπλοον εἴ μʼ ἐλεαίρεις,
  5. Τρώων δὲ ῥυστῆρα καὶ ἄστεος εἴ με σαώσεις,
  6. Δαρδανίδη σκηπτοῦχε, καὶ ὕστατον ἐχθρὸν Ἀχαιῶν—
  7. οἷά με λωβήσαντο θεῶν ὄπιν οὐκ ἀλέγοντες
  8. οὐδὲν ἀλιτραίνοντα, κακοὶ καὶ ἀπηνέες αἰεί·
  9. ὣς μέν Ἀχιλλῆος γέρας ἥρπασαν Αἰακίδαο,