The Taking of Ilios

Tryphiodorus

Tryphiodorus. The Taking of Ilios. Mair, A. W., editor. London, William Heinemann, Ltd.; New York: G.P. Putnam's Sons. 1928.

  1. ἡ δὲ περὶ κλισίῃσιν ἐμαίνετο παννυχίη φλὸξ
  2. καπνὸν ἐρευγομένη περιδινέα φοιτάδι ῥιπῇ·
  3. Ἥφαιστος δʼ ἐκέλευεν ἐρίβρομος· ἐκ δὲ θυέλλας
  4. παντοίας ἐτίνασσεν ἐπιπνείουσα καὶ αὐτή,
  5. μήτηρ ἀθανάτοιο πυρός, φαεσίμβροτος Ἥρη.
  6. ἤδη δὲ Τρώεσσι καὶ Ἰλιάδεσσι γυναιξὶν
  7. ὄρθρον ὑπὸ σκιόεντα πολύθροος ἤλυθε φήμη