The Taking of Ilios
Tryphiodorus
Tryphiodorus. The Taking of Ilios. Mair, A. W., editor. London, William Heinemann, Ltd.; New York: G.P. Putnam's Sons. 1928.
- νηυσὶν ἀνεπλώεσκον ἀπὸ Ῥοιτειάδος ἀκτῆς
- ὅρμον ἐς ἀντιπέραιον ἐυστεφάνου Τενέδοιο
- γλαυκὸν ἀναπτύσσοντες ὕδωρ Ἀθαμαντίδος Ἕλλης.
- μοῦνος δὲ πληγῇσιν ἑκούσια γυῖα χαραχθεὶς
- Αἰσιμίδης ἐλέλειπτο Σίνων, ἀπατήλιος ἥρως,
- κρυπτὸν ἐπὶ Τρώεσσι δόλον καὶ πήματα κεύθων.
- ὡς δʼ ὁπότε σταλίκεσσι λίνον περικυκλώσαντες