The Taking of Ilios

Tryphiodorus

Tryphiodorus. The Taking of Ilios. Mair, A. W., editor. London, William Heinemann, Ltd.; New York: G.P. Putnam's Sons. 1928.

  1. οἱ δʼ αὐτοὺς ποθέοντες ὀλωλότας ἡνιοχῆας.
  2. κεῖτο δὲ Πηλείδης μὲν ἔχων ἅμα νεκρὸν ἑταῖρον,
  3. Ἀντιλόχῳ δʼ ἐπὶ παιδὶ γέρων ὠδύρετο Νέστωρ,
  4. Αἴας δʼ αὐτοφόνῳ βριαρὸν δέμας ἕλκεϊ λύσας
  5. φάσγανον ἐχθρὸν ἔλουσε μεμηνότος αἵματος ὄμβρῳ.