The Taking of Ilios

Tryphiodorus

Tryphiodorus. The Taking of Ilios. Mair, A. W., editor. London, William Heinemann, Ltd.; New York: G.P. Putnam's Sons. 1928.

  1. πῶλος ἅτε δροσόεντος ἐπειγόμενος πεδίοιο,
  2. ὅστε νεοζυγέεσσιν ἀγαλλόμενος φαλάροισιν
  3. ἔφθασε καὶ μάστιγα καὶ ἡνιοχῆος ἀπειλήν.
  4. Τυδείδης δʼ ἐπόρουσε Νεοπτολέμῳ Διομήδης
  5. θαυμάζων, ὅτι τοῖος ὄην καὶ πρόσθεν Ἀχιλλεύς.
  6. ἕσπετο καὶ Κυάνιππος, ὃν εὐπατέρεια Κομαιθὼ
  7. Τυδηὶς θαλάμοιο μινυνθαδίοιο τυχοῦσα
  8. ὠκυμόρῳ τέκε παῖδα σακεσπάλῳ Αἰγιαλῆι.
  9. ἔστη καὶ Μενέλαος· ἄγεν δέ μιν ἄγριος ὁρμὴ